Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.126 Joseph. AJ 17.131 (English) >>Joseph. AJ 17.136

17.129εἰωθότες μὲν καὶ πάντες οἷς ἐπιλείπει ἀρετῆς, ὁπότε μὲν ἐγχειρηταί τινα κακῶν εἶεν τοῦ θείου τὸ πᾶσιν παρατυγχάνειν ἀφορίσαντες γνώμῃ τῇ αὐτῶν ἐπὶ τὰ ἔργα χωρεῖν, ὁπότε δὲ φωρώμενοι κινδυνεύοιεν δίκην ὑποσχεῖν, κατʼ ἐπίκλησιν αὐτοῦ μαρτυρῶν τὰ πάντα ἐκτρέπειν. 17.130 δὴ καὶ τῷ Ἀντιπάτρῳ συμβεβήκει· τὰ πάντα γὰρ ὡς ἐν ἐρημίᾳ τοῦ θείου διαπεπραγμένος, κατειργούσης αὐτὸν πανταχόθεν τῆς δίκης ἀπορίᾳ τῶν ἀλλαχόθεν δικαιωμάτων, οἷς ἀπολύσαιτο τὰ ἐγκεκλημένα, αὖθις ἐνεπαροίνει τῇ ἀρετῇ τοῦ θείου, μαρτυρίαν ἐπισκήπτων αὐτῷ περὶ ἰσχύι τῇ ἐκείνου περιτο ἕως εἰς μέσους παραγαγόντος ὁπόσα ἐπὶ τῷ πατρὶ πράσσειν τολμᾶν οὐκ ἐνέλιπεν. 17.131

δὲ Οὔαρος ἐπειδὴ πολλάκις ἀνακρίνων τὸν Ἀντίπατρον οὐδὲν εὑρίσκετο πλέον τῆς ἀνακλήσεως τοῦ θεοῦ, ὁρῶν ἀπέραντον ὂν τὸ γινόμενον ἐκέλευσε τὸ φάρμακον εἰς μέσους ἐνεγκεῖν, ἵνʼ εἰδῇ τὴν περιοῦσαν αὐτῷ δύναμιν. 17.132καὶ κομισθέντος τῶν ἐπὶ θανάτῳ τις ἑαλωκότων πίνει κελεύσαντος Οὐάρου καὶ παραχρῆμα ἔθανεν. τότε δὲ ἐξαναστὰς ἀπῄει τοῦ συνεδρίου καὶ τῇ ἑξῆς ἐπʼ Ἀντιοχείας, ᾗπερ δὴ καὶ τὸ πλεῖστον ἦσαν αὐτῷ διατριβαὶ διὰ τὸ Σύροις τοῦτο βασίλειον εἶναι. Ἡρώδης δὲ παραχρῆμα μὲν ἔδησε τὸν υἱόν. 17.133ἄδηλοι δὲ τοῖς πολλοῖς ἦσαν αἱ Οὐάρου πρὸς αὐτὸν ὁμιλίαι καὶ τί εἰπὼν ἀπεληλύθει. εἰκάζετο δὲ τοῖς πολλοῖς γνώμῃ τῇ ἐκείνου πράσσειν ὁπόσα περὶ τὸν Ἀντίπατρον ἔπραξεν. δήσας δὲ αὐτὸν εἰς Ῥώμην ὡς Καίσαρα ἐκπέμπει γράμματα περὶ αὐτοῦ καὶ τοὺς ἀπὸ γλώσσης διδάξοντας τὸν Καίσαρα τὴν κακίαν τοῦ Ἀντιπάτρου καὶ Κωπωνίου γνώμη τὴν Καίσαρος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.126 Joseph. AJ 17.131 (English) >>Joseph. AJ 17.136

Powered by PhiloLogic